Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.10 Joseph. AJ 15.15 (English) >>Joseph. AJ 15.20

15.13καὶ Φασάηλος μὲν οὐ φέρων τὴν ἐν τοῖς δεσμοῖς αἰσχύνην, πάσης δὲ ζωῆς κρείττονα τὸν μετὰ δόξης ἡγούμενος θάνατον αὐτὸς ἑαυτοῦ γίνεται φονεύς, καθὼς προεῖπον. 15.14

Ὑρκανῷ δʼ ἀναχθέντι Φραάτης τῶν Πάρθων βασιλεὺς ἐπʼ αὐτὸν ἐπιεικέστερον προσηνέχθη, τὸ τῆς εὐγενείας αὐτοῦ διάσημον προπεπυσμένος. διὰ τοῦτο δεσμῶν μὲν ἀφῆκεν, ἐν Βαβυλῶνι δὲ κατάγεσθαι παρεῖχεν, ἔνθα καὶ πλῆθος ἦν Ἰουδαίων. 15.15οὗτοι τὸν Ὑρκανὸν ἐτίμων ὡς ἀρχιερέα καὶ βασιλέα καὶ πᾶν τὸ μέχρις Εὐφράτου νεμόμενον Ἰουδαίων ἔθνος· τῷ δʼ ἦν ἀγαπητὰ ταῦτα. 15.16πυθόμενος δὲ τὸν Ἡρώδην παρειληφέναι τὴν βασιλείαν ἀντιμετεχώρει ταῖς ἐλπίσιν ἐξ ἀρχῆς τε φιλοστόργως διακείμενος καὶ τῆς χάριτος ἀπομνησθήσεσθαι προσδοκῶν, κρινόμενον ὅτι καὶ μέλλοντα θανάτῳ ζημιοῦσθαι τοῦ κινδύνου καὶ τῆς κολάσεως ἐρρύσατο. λόγους οὖν προσέφερε τοῖς Ἰουδαίοις ἰέναι παρʼ αὐτὸν ἐσπουδακώς. 15.17οἱ δὲ περιείχοντο καὶ μένειν ἠξίουν τὰς ὑπουργίας ἅμα καὶ τὰς τιμὰς λέγοντες, ὡς οὐδὲν ἐνδεὲς αὐτῷ τῆς εἰς τοὺς ἀρχιερεῖς βασιλεῖς τιμῆς ἐξ αὐτῶν εἴη, καὶ τὸ μεῖζον, ὅτι μηδὲ ἐκεῖ τούτων μεταλαβεῖν δύναται κατὰ λώβην τοῦ σώματος, ἣν ὑπʼ Ἀντιγόνου πάθοι, τάς τε χάριτας οὐχ ὁμοίως ἀποδίδοσθαι παρὰ τῶν βασιλέων, ἃς ἔλαβον ἰδιωτεύοντες, ἐξαλλαττούσης αὐτοὺς οὐκ ἀλόγως τῆς τύχης.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.10 Joseph. AJ 15.15 (English) >>Joseph. AJ 15.20

Powered by PhiloLogic